舊約
新約
- MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
- McΚΑΤΑ ΜΑΡΚΟΝ
- LΚΑΤΑ ΛΟΥΚΑΝ
- JΚΑΤΑ ΙΩΑΝΝΗΝ
- ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
- RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
- 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
- 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
- GΠΡΟΣ ΓΑΛΑΤΑΣ
- EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
- PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
- KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
- 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
- 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
- 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
- 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
- TtΠΡΟΣ ΤΙΤΟΝ
- PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
- HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
- JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
- 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
- 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
- 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
- 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
- 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
- JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
- ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
聖經版本
設置
顯示節號
顯示標題
顯示腳註
逐節分段
1Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
2Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
3πρὸς κατάκρισιν οὐ λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
4πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν ἀλλ’ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
6ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου,
7οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ ὥστε με μᾶλλον χαρῆναι.
8Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην, βλέπω [γὰρ] ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς,
9νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
10ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
11ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλ’ ἀπολογίαν, ἀλλ’ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλ’ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ’ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
12ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
13διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
14ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
15καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
16χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.